Psalms 16

1
LXX: Psa.15:1
Στηλογραφία τῷ Δαυιδ. Φύλαξόν με, κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα.
2
LXX: Psa.15:2
εἶπα τῷ κυρίῳ Κύριός μου εἶ σύ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις.
3
LXX: Psa.15:3
τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
4
LXX: Psa.15:4
ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν, μετὰ ταῦτα ἐτάχυναν· οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων οὐδὲ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου.
5
LXX: Psa.15:5
κύριος μερὶς τῆς κληρονομίας μου· καὶ τοῦ ποτηρίου μου σὺ εἶ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοί.
6
LXX: Psa.15:6
σχοινία ἐπέπεσάν μοί ἐν τοῖς κρατίστοις· καὶ γὰρ κληρονομία μου κρατίστη μοι ἐστιν.
7
LXX: Psa.15:7
εὐλογήσω τὸν κύριον τὸν συνετίσαντά με· ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου.
8
LXX: Psa.15:8
προωρώμην τὸν κύριον ἐνώπιόν μού διὰ παντός, ὅτι ἐκ δεξιῶν μου ἐστιν, ἵνα μὴ σαλευθῶ.
9
LXX: Psa.15:9
διὰ τοῦτο ηὐφράνθη καρδία μου, καὶ ἠγαλλιάσατο γλῶσσά μου, ἔτι δὲ καὶ σάρξ μου κατασκηνώσει ἐπ' ἐλπίδι,
10
LXX: Psa.15:10
ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.
11
LXX: Psa.15:11
ἐγνώρισάς μοι ὁδοὺς ζωῆς· πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου, τερπνότητες ἐν τῇ δεξιᾷ σου εἰς τέλος.
Copyright information for LXX